Daily Holy Bible
עברית ΕΛΛΗΝΙΚΆ ENGLISH FRANÇAIS ESPAÑOL

למך בן מתושאל
ΛΆΜΕΧ Ο ΓΙΟΣ ΤΟΥ ΜΑΘΟΥΣΆΛΑ


ΟΝΟΜΑ: למך (Λάμεχ)
ΓΕΝΝΗΜΈΝΟΣ: -36XX
ΠΑΤΈΡΑΣ: Μαθουσάλα
ΣΥΖΎΓΟΥΣ: Ἀδά, Σελλά
ΓΙΟΥΣ: Ἰωβήλ, Ἰουβάλ, Θόβελ
ΚΌΡΗ: Νοεμά

-36XX XX XX Γένεσις 4 εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν· ἐνωτίσασθέ μου νεανίσκον

ΓΈΝΕΣΙΣ 4:18-24 (LXX)

ιη'ἐγεννήθη δὲ τῷ Ἐνὼχ Γαϊδάδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. ιθ'καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. κ'καὶ ἔτεκεν Ἀδὰ τὸν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων. κα'καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. κβ'Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου· ἀδελφὴ δὲ Θόβελ Νοεμά. κγ'εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν· Ἀδὰ καὶ Σελλά, ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί· κδ'ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.